Ευχές και Προσευχές
Ευχές και Προσευχές
«Απολυτίκιο, κοντάκιο και μεγαλυνάριο της Αγίας Μεγαλομάρτυρος Βαρβάρας»
Αι Γενεαί Πάσαι
Ὢ γλυκύ μου ἔαρ (Το Άγιον Πάσχα) Ύμνοι
Τῇ Ὑπερμάχῳ Στρατηγῷ
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων·
φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ
Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.
Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.Προσδοκῶ ἀνάστασιν νεκρῶν.Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.
«Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια,
ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον,
ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.»
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ Ταφῇ Σου, προσφέρουσι Χριστέ μου.
Καθελὼν τοῦ ξύλου, ὁ Ἀριμαθαίας, ἐν τάφῳ Σε κηδεύει.
Μυροφόροι ἦλθον, μύρα Σοι, Χριστέ μου, κομίζουσαι προφρόνως.
Δεῦρο πᾶσα κτίσις, ὕμνους ἐξοδίους, οἴσωμεν τῷ Κτίστῃ.
Ὦ γλυκύ μου ἔαρ, γλυκύτατόν μου τέκνον, ποῦ ἔδυ σου τὸ κάλλος;
Υἱὲ Θεοῦ παντάναξ, Θεέ μου πλαστουργέ μου, πῶς πάθος κατεδέξω;
Ἔρραναν τὸν τάφον αἱ Μυροφόροι μύρα, λίαν πρωῒ ἐλθοῦσαι.
Ὦ φῶς τῶν ὀφθαλμῶν μου, γλυκύτατόν μου τέκνον, πῶς τάφῳ νῦν καλύπτῃ;
Όλες οι γενεές, Χριστέ μου, προσφέρουν έναν ύμνο στην Ταφή Σου.
Ο Ιωσήφ από την Αριμαθαία, αφού Σε κατέβασε από το ξύλο του Σταυρού, Σε κηδεύει μέσα στον τάφο.
Οι Μυροφόρες ήρθαν, Χριστέ μου, φέρνοντας με αγάπη και προθυμία μύρα για Σένα.
Ελάτε, όλη η κτίση, ας προσφέρουμε επικήδειους ύμνους στον Δημιουργό.
Ω γλυκιά μου Άνοιξη, γλυκύτατο παιδί μου, πού έδυσε (πού χάθηκε) η ομορφιά σου;
Υιέ του Θεού, Βασιλιά των πάντων, Θεέ μου και πλάστη μου, πώς δέχθηκες να υποφέρεις αυτό το πάθος;
Ράντισαν τον τάφο με μύρα οι Μυροφόρες, αφού ήρθαν πολύ νωρίς το πρωί.
Ω φως των ματιών μου, γλυκύτατο παιδί μου, πώς γίνεται τώρα να σε καλύπτει ο τάφος;