Marci Aurelii Antonii effigies
Μάρκος Αὐρήλιος Ἀντωνῖνος, αὐτοκράτωρ καὶ φιλόσοφος, Ἱσπανὸς ἦν τὸ γένος. ἐγένετο ἐν Ῥώμηι τῶι ἔτει 121, ἐτελεύτησε τῶι ἔτει 180 ἐν Οὐινδιβόνηι.
Marcus Aurelius
Βιβλίον αʹ
[1] Παρὰ τοῦ πάππου Οὐήρου τὸ καλόηθες καὶ ἀόργητον.
[1] Παρὰ τῆς δόξης καὶ μνήμης τῆς περὶ τοῦ γεννήσαντος τὸ αἰδῆμον καὶ ἀρρενικόν.
[1] Παρὰ τῆς μητρὸς τὸ θεοσεβὲς καὶ μεταδοτικὸν καὶ ἀφεκτικὸν οὐ μόνον τοῦ κακοποιεῖν, ἀλλὰ καὶ τοῦ ἐπὶ ἐννοίας γίνεσθαι τοιαύτης· [2]ἔτι δὲ τὸ λιτὸν κατὰ τὴν δίαιταν καὶ πόρρω τῆς πλουσιακῆς διαγωγῆς.
[1] Παρὰ τοῦ προπάππου τὸ μὴ εἰς δημοσίας διατριβὰς φοιτῆσαι· [2] καὶ τὸ ἀγαθοῖς διδασκάλοις κατ᾽ οἶκον χρήσασθαι· [3] καὶ τὸ γνῶναι, ὅτι εἰς τὰ τοιαῦτα δεῖ ἐκτενῶς ἀναλίσκειν.
[1] Παρὰ τοῦ τροφέως τὸ μήτε Πρασιανὸς ἢ Βενετιανὸς μήτε Παλμουλάριος ἢ Σκουτάριος γενέσθαι· [2] καὶ τὸ φερέπονον καὶ ὀλιγοδεές· καὶ τὸ αὐτουργικὸν· [3] καὶ ἀπολύπραγμον· [4] καὶ τὸ δυσπρόςδεκτον διαβολῆς.