δεῦτε, φίλοι, ἀναγνῶμεν

Εὐριπίδου

ΑΛΚΗΣΤΙΝ

Σκηνὴ πᾶς ὁ βίος, ὦ φιλόκαλοι. Κέφαλος ὁ σοφιστὴς τὸν ἥττω ἑλληνισμὸν κρείττω ποιήσειν ἐπαγγελλόμενος τὴν Εὐριπίδου τοῦ τραγικωτάτου Ἄλκηστιν ἀναγνῶναι ὑμᾶς ἔγνωκα προτρέπεσθαι.


Μάλιστα γὰρ ἁρμόζουσαν οἶδα τὴν τούτου τοῦ δράματος ἀνάγνωσιν τοῖς τὰ μὲν ἑλληνικὰ συγγράμματα μετρίως γνωρίζουσι, τῶν δὲ ποιημάτων ἂν οὕτω τύχῃ ἔτι ἀπείροις τε καὶ ἀνομιλήτοις.

Ἄσμενος γ' ἂν οὖν μεθ' ὑμῶν περὶ τὴν τραγῳδίαν διατρίβοιμι ὥστε τὸ παίγνιον τοῦτο εἰσαγωγὴν γίγνεσθαι εἰς ἅπαντα τὰ ἑλληνικὰ δράματα χρησίμην τε καὶ ἀξιοσπούδαστον. Καὶ γὰρ τὸ προκείμενον εἰς χαρὰν καὶ ἡδονὴν καταστρέφει παρὰ τὸ τραγικὸν κωμικωτέραν ἔχον τὴν καταστροφήν.

Please see practical details in this PDF and express your interest in this Advanced Ancient Greek Immersion Activity to agros.edu@gmail.com !


Or feel free to make your own suggestions for a reading activity! Let's read the Ancient Greek text you always wanted to read!