under construction
Ἰγνάτιος ὁ καὶ Θεοφόρος, τῇ εὐλογημένῃ ἐν μεγέθει θεοῦ πατρὸς πληρώματι, τῇ προωρισμένῃ πρὸ αἰώνων εἶναι διὰ παντὸς εἰς δόξαν παράμονον ἄτρεπτον, ἡνωμένῃ καὶ ἐκλελεγμένῃ ἐν πάθει ἀληθινῷ, ἐν θελήματι τοῦ πατρὸς καὶ Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, τῇ ἐκκλησίᾳ τῇ ἀξιομακρίστῳ, τῇ οὔσῃ ἐν Ἐφέσῳ τῆς Ἀσίας, πλεῖστα ἐν Ἰησοῦ Χριστῷ καὶ ἐν ἀμώμῳ χαρᾷ χαίρειν.
Ἀποδεξάμενος ἐν θεῷ τὸ πολθαγάπητόν σου ὀνομα, ὃ κέτησθε φύσει δικαίᾳ κατὰ πίστιν καὶ ἀγάπην ἐν Χριστῷ Ἰησοῦ, τῷ σωτῆρι ἡμων· μιμηταὶ ὄντες θεοῦ, ἀναζωπυρήσαντες ἐν αἵματι θεοῦ τὸ συγγενικὸν ἔργον τελείως ἀπηρτίσατε· ακούσαντες γὰρ δεδεμένον ἀπὸ Συρίας ὑπὲρ τοῦ κοινοῦ ὀνόματος καὶ ἐλπίδος, ἐλπίζοντα τῇ προσευχῇῃ̈ ὑμων ἐπιτυχεῖν ἐν ῾Ρώμῃ θηριομαχῆσαι, ἵνα διὰ τοῦ ἐπιτυχεῖν δυνηθῶ μαθητὴς εἶναι, ἰδεῖν ἐσπουδάσατε· ἐπεὶ οὖν τὴν πολυπλήθειαν ὑμων ἐν ὀνόματι θεοῦ ἀπείληφα ἐν Ὀνησίμῳ, τῷ ἐν ἀγάπῃ ἀδιηγήτῳ, ὑμῶν δὲ ἐπισκόπῳ, ὃν εὔχομαι κατὰ Ἰησοῦν Χριστὸν ὑμᾶς ἀγαπᾶν καὶ πάντας ὑμας αὐγῷ ἐν ὁμοιότητι εἶναι. εὐλογητὸς γὰρ ὁ χαρισάμενος ὑμῖν ἀξίοις οὖσι τοιοῦτον ἐπίσκοπον κεκτῆσθαι.
Περὶ δὲ τοῦ συνδούλου μου Βούρρου, τοῦ κατὰ θεὸν διακόνου ὑμῶν ἐν πᾶσιν εὐλογημένου, εὔχομαι παραμεῖναι αὐτὸν εἰς τιμὴν ὑμῶν καὶ τοῦ ἐπισκόπου· καὶ Κρόκος δέ, ὁ θεοῦ ἄξιος καὶ ὑμῶν, ὃν ἐξεμπλάριον τῆς ἀφ’ ὑμῶν ἀγάπης ἀπέλαβον, κατὰ πάντα με ἀνέπαυσεν, ὡς καὶ αὐτὸν ὁ πατὴρ Ἰησοῦ Χριστοῦ ἀναψύξαι, ἁμα Ὀνησίμῳ καὶ Βούρρῳ καὶ Εὔπλῳ καὶ Φρόντωνι, δι’ ὧν πάντας ὑμᾶς κατὰ ἀγάπην εἶδον. ὀναίμην ὑμῶν διὰ παντός, ἐάνπερ ἄξιος ὦ. πρέπον οὖν ἐστὶν κατὰ πάντα τρόπον δοξάζειν Ἰησοῦν Χριστὸν τὸν δοξάσαντα ὑμᾶς, ἵνα ἐν μιᾷ ὑποταγῇ κατηρτισμένοι, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ, κατὰ πάντα ἦτε ἡγιασμένοι.
Οὐ διατάσσομαι ὑμῖν ὡς τις. εἰ γὰρ καὶ δέδεμαι ἐν τῷ ὀνόματι, οὔπω ἀπήρτισμαι ἐν Ἰησοῦ Χριστῷ· νῦν γὰρ ἀρχὴν ἔχω τοῦ μαθητεύεσθαι, καὶ προσλαλῶ ὑμῖν ὡς συνδιδασκαλίταις μου. ἐμὲ γὰρ ἔδει ὑφ’ ὑμῶν ὑπαλειφθῆναι πίστει, νουθεσίᾳ, ὑπομονῇ, μακροθυμίὰ. ἀλλ’ ἐπεὶ ἡ ἀγάπη οὐκ ἐᾷ με σιωπᾶν περὶ ὑμῶν, διὰ τοῦτο προέλαβον παρακαλεῖν ὑμᾶς, ὅπως συντρέχητε τῇ γνώμῃ τοῦ θεοῦ. καὶ γὰρ Ἰησοῦς Χριστός, τὸ ἀδιάκριτον ἡμῶν ζῆν, τοῦ πατρὸς ἡ γνώμη, ὡς καὶ οἱ ἐπίσκοποι, οἱ κατὰ τὰ πέρατα ὁρισθέντες, ἐν Ἰησοῦ Χριστοῦ γνώμῃ εἰσίν.
Ὅθεν πρέπει ὑμῖν συντρέχειν τῇ τοῦ ἐπι-σκόπου γνώμῃ ὅπερ καὶ ποιεῖτε. τὸ γὰρ ἀξιονόμαστον ὑμῶν πρεσβυτέριον, τοῦ θεοῦ ἄξιον, οὕτως συνήρμοσται τῷ ἐπισκόπῳ, ὡς χορδαὶ κιθάρᾳ. διὰ τοῦτο ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ συμφώνῳ ἀγάπῃ Ἰησοῦς Χριστὸς ἄδεται. καὶ οἱ κατ’ ἄνδρα δὲ χορὸς γίνεθε, ἵνα σύμωνοι ὄντες ἐν ὁμονοίᾳ, χρῶμα θεοῦ λαβόντες ἐν ἑνότητι, ᾄδητε ἐν φωνῇ μιᾷ διὰ Ἰησοῦ Χριστοῦ τῷ πατρί, ἵνα ὑμῶν καὶ ἀκούσῃ καὶ ἐπιγινώσκῃ, δι’ ὧν εὖ πράσσετε, μέλη ὄντας τοῦ υἱοῦ αὐτοῦ. χρήσιμον οὖν ἐστὶν ὑμᾶς ἐν ἀμώμῳ ἑνότητι εἶναι, ἵνα καὶ θεοῦ πάντοτε μετέχητε.
Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἐγκεκραμένους οὕτως, ὡς ἡ ἐκκλησία Ἰησοῦ Χριστῷ, καὶ ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ῇ; μηδεὶς πλανάσθω· ἐὰν μὴ τις ᾖ ἐντος τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας; ὁ οὖν μὴ ἐρχομενος ἐπί τὸ αὐτὸ οὗτος ἤδη ὑπερηφανει καὶ ἑαυτὸν διέκρινεν. γέγραπται γάρ· Ὑπερηφάνοις ὁ θεὸς ἀντιτάσσεται, σπουδάσωμεν οὖν μὴ ἀντιτάσσεσθαι τῷ ἐπι-σκόπῳ, ἵνα ὦμεν θεῷ ὑποτασσόμενοι.
Καὶ ὅσον βλέπει τις σιγῶντα ἐπίσκοπον, πλειόνως αὐτὸν φοβείσθω· πάντα γάρ, ὃν πέμπει ὁ οἰκοδεσπότης εἰς ἰδίαν οἰκονομίαν, οὕτως δεῖ ἡμᾶς αὐτὸν δέχεχθαι, ὡς αὐτὸν τὸν πέμψαντα. τὸν οὖν ἐπίσκοπον δῆλον ὅτι ὡς αὐτὸν κύριον δεῖ προσβλέπειν. αὐτὸς μὲν οὖν Ὀνήσιμος ὑπερ-επαινεῖ ὑμῶν τὴν ἐν θεῷ εὐταξίαν, ὅτι πάντες κατὰ ἀλήθειαν ζῆτε καὶ ὅτι ἐν ὑμῖν οὐδεμία αἴρεσις καοικεῖ· ἀλλ’ οὐδὲ ἀκούετέ τινος πλέον, ἢ περὶ Ἰησοῦ Χριστοῦ λαλοῦντος ἐν ἀληθείᾳ.
Εἰώθασιν γάρ τινες δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ· οὒς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν· εἰσὶν γὰρ κύνες λυσσῶντες, λαθροδῆκται· οὓς δεῖ ὑμᾶς φθλάσσεσθαι ὄντας δυσθεραπεύτος. εἷς ἰατρός ἐστιν, σαρκικός τε καὶ πνευματικός, γεννητὸς καὶ ἀγέννητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαριας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν.
Μὴ οὖν τις ὑμᾶς ἐξαπατάτω, ὥσπερ οὐδὲ ἐξαπατᾶσθε, ὅλοι ὄντες θεοῦ. ὅταν γὰρ μηδεμία ἔρις ἐνήρεισται ἐν ὑμῖν ἡ δυναμένη ὑμᾶς βασανίσαι, ἄρα κατὰ θεὸν ζῆτε. περίψημα ὑμῶν καὶ ἁγνίζομαι ὑμῶν Ἐφεσίων, ἐκκλησίας τῆς διαβοή-του τοῖς αἰῶσιν. οἱ σαρκικοὶ τὰ πνευματικὰ πράσσειν οὐ δύναται, οὐδὲ οἱ πνευματικοὶ τὰ σαρκικά, ὥσπερ οὐδὲ ἡ πίστις τὰ τῆς ἀπιστίας οὐδε ἡ ἀπιστία τὰ τῆς πίστεως. ἃ δὲ καὶ κατὰ σάρκα πράσσετε, ταῦτα πνευματικά ἐστιν· ἐν Ἰησοῦ γὰρ Χριστῷ πάντα πράσσετε.
Ἔγνων δὲ παροδεύσαντάς τινας ἐκεῖθεν, ἔχον-τας κακὴν διδαχήν· οὓς οὐκ εἰάσατε σπεῖραι εἰς ὑμᾶς, βύσαντες τὰ ὦτα, εἰς τὸ μὴ παραδέξασθαι τὰ σπειρόμενα ὑπ’ αὐτῶν, ὡς ὄντες λίθοι ναοῦ πατρός, ἡτοιμασμένοι εἰς οἰκοδομὴν θεοῦ πατρός, αναφερόμενοι εἰς τὰ ὕψη διὰ τῆς μηχανῆς Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν σταυρός, σψοινίῳ ψρώμενοι τῷ πνεύματι τῷ ἁγίῳ· ἡ δὲ πίστις ὑμῶν ἀναγωγεὺς ὑμῶν, ἡ δὲ ἀγάπη ὁδὸς ἡ ἀναφέρουσα εἰς θεόν. ἐστὲ οὖν καὶ σύνοδοι πάντες, θεοφόροι καὶ ναοφόροι, χριστοφόροι, ἁγιοφόροι, κατὰ πάντα κεκοσμημένοι ἐντολαῖς Ἰησοῦ Χριστοῦ· οἷς καὶ ἀγαλλιώμενος ἠξιώθην δι’ ὧν γράφω προσομιλῆσαι ὑμῖν καὶ συγχαρῆναι, ὅτι κατ’ ἀνθρωπων βίον οὐδὲν ἀγαπᾶτε εἰ μὴ μόνον τὸν θεόν.
Καὶ ὑπὲρ τῶν ἄλλων δὲ ἀνθρώπων ἀδιαλείπτως προσεύχεσθε, ἔστιν γὰρ ἐν αὐτοῖς ἐλπὶς μετανοίας, ἵνα θεοῦ τύχωσιν. ἐπιτρέψατε οὖν αὐτοῖς κἂν ἐκ τῶν ἔργων ὑμῖν μαθητευθῆναι. πρὸς τὰς ὀργὰς αὐτῶν ὑμεῖς πραεῖς, πρὸς τὰς μεγαλορημοσύνας αὐτῶν ὑμεῖς ταπεινόφρονες, πρὸς τὰς βλασφημίας αὐτῶν ὑμεῖς τὰς προσευχάς, πρὸς τὴν πλαπνην αὐτῶν ὑμεῖς ἥμεροι, μὴ σπουδάζοντες ἀντιμιμήσασθαι αὐτούς. ἀδελφοὶ αὐτῶν εὑρεθῶμεν τῇ ἐπιειδειᾳ· μιμηταὶ δὲ τοῦ κυρίου σπουδάζωμεν εἶναι, τίς πλέον ἀδικηθῇ, τίς ἀποστερηθῇ, τίς ἀθετηθῇ· ἵνα μὴ τοῦ διαβόλου βοτάνη τις εὑρεθῇ ἐν ὑμῖν, ἀλλ’ ἐν πάσῃ ἁγνείᾳ καὶ σωφροσύνῃ μένητε ἐν Ἰησοῦ Χριστῷ σαρκικῶς καὶ πνευματικῶς.
Ἔσχατοι καιροί, λοιπὸν αἰσχυνθῶμεν, φοβηθῶμεν τὴν μακροθυμίαν τοῦ θεοῦ, ἵνα μὴ ἡμῖν εἰς κρίμα γένηται. ἢ γὰρ τὴν μέλλουσαν ὀργὴν φοβη-θῶμεν, ἢ τὴν ἐνεστῶσαν χάριν ἀγαπηπσωμεν, ἓν τῶν δύο· μόνον ἐν Χριτῷ Ἰησοῦ εὑρεθῆναι εἰς τὸ ἀληθινὸν ζῆν. χωρὶς τούτου μηδὲν ὑμῖν πρεπέτω, ἐν ᾧ τὰ δεσμὰ περιφέρω, τοὺς πνευματικοὺς μαργαρίτας, ἐν οἷς γένοιτό μοι ἀνατῆναι τῇ προσευχῇ ὑμῶν, ἧς γένοιτό μοι ἀεὶ μέταχον εἶναι, ἵνα ἐν κλήρῳ Ἐφεσίων εὑρεθῶ τῶν Χριστιανῶν, οἱ καὶ τοῖς ἀποστόλοις πάντοτε συνῄνεσαν ἐν δυνάμει Ἰησοῦ Χριστοῦ.
Οἰδα, τίς εἰμι καὶ τίσιν γράφω. ἐγὼ κατάκριτος, ὑμεῖς ἠλεημένοι· ἐγὼ ὑπὸ κίνδυνον, ὑμεῖς ἐστηρυγμένοι· πάροδός ἐστε τῶν εἰς θεὸν ἀναιρουμένων, Παύλου συμμύσται τοῦ ἡγιασμένου, τοῦ μεμαρτυρημένον, ἀξιομακαρίστον, οὗ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι, ὅταν θεοῦ ἐπιτύχω, ὃς ἐν πάσῃ ἐπιστολῇ μνημονεύει ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
Σπουδάζετε οὖν πυκνότερον συνέρχεσθαι εἰς εὐχαριστίαν θεοῦ καὶ εἰς δόξαν. ὅταν γὰρ πυκνῶς ἐπὶ τὸ αὐτὸ γίνεσθε, καθαιροῦνται αἱ δυνάμεις τοῦ Σατανᾶ, καὶ λύεται ὁ ὄλεθρος αὐτοῦ ἐν τῇ ὁμονοίᾳ ὑμῶν τῆς πίστεως. οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται ἐπουραίων καὶ ἐπιγείων.
Ὧν οὐδεν λανθάνει ὑμᾶς, ἐὰν τελείως εἰς Ἰησοῦ Χριστὸν ἔχητε τὴν πίστιν καὶ τήν ἀγάπην, ἥτις ἐστὶν ἀρχὴ ζωῆς καὶ τέλος· ἀρχὴ μὲν πίστις, τέλος δὲ ἀγάπη. τὰ δὲ δύο ἐν ἑνοτητι γενόμενα θεός ἐστιν, τὰ δὲ ἀλλα πάντα εἰς καλοκἀγαθίαν ακόλουθά ἐστιν. οὐδεὶς πίστιν ἐπαγγελλόμενος ἁμαρτάνει, οὐδὲ ἀγάπην κεκτημένος μισεῖ. φανερὸν τὸ δένδρον ἀπὸ τοῦ καρποῦ αὐτοῦ. οὕτως οἱ ἐπαγ-γελλόμενοι Χριστοῦ εἶναι δι’ ὧν πράσσουσιν ὀφθήσονται. οὐ γὰρ νῦν ἐπαγγελίας τὸ ἔργον, ἀλλ’ ἐν δυνάμει πίστεως ἐάν τις εὑρεθῇ εἰς τέλος.
Ἄμεινόν ἐστιν σιωπᾶν καὶ εἶναι, ἢ λαλοῦντα μὴ εἶναι. καλὸν τὸ διδάσκειν, ἐὰν ὁ λέγων ποιῇ. εἷς οὖν διδάσκαλος, ὃς εἶπεν, καὶ ἐγένετο· καὶ ἃ σιγῶν δὲ πεποίηκεν ἄξια τοῦ πατρός ἐστιν. ὁ λόγον Ἰησοῦ κεκτημένος ἀληθῶς δύναται καὶ τῆς ἡσυχιας αὐτοῦ ἀκούειν, ἵνα τέλειος ᾖ, ἵνα δι’ ὧν λαλεῖ πράσσῃ καὶ δι’ ὧν σιγᾷ γινώσκηται. οὐδὲν λανθάνει τὸν κύριον, ἀλλὰ καὶ τὰ κρυπτὰ ἡμῶν ἐγγυς αὐτῷ ἐστιν, πάντα οὖν ποιῶμεν ὡς αὐτοῦ ἐν ἡμῖν κατοικοῦντος, ἵνα ὦμεν αὐτοῦ ναοὶ καὶ αὐτὸς ἐν ἡμῖν θεὸς ἡμῶν· ὅπερ καὶ ἔστιν καὶ φανήσεται πρὸ προσώπου ἡμῶν, ἐξ ὧν δικαίως ἀαπῶμεν αὐτον.
Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. εἰ οὖν οἱ κατὰ σάρκα ταῦτα πράσσοντες ἀπέθανον, πόσῳ μᾶλλον, ἐὰν πίστιν θεοῦ ἐν κακῇ διδασκαλίᾳ φθείρῃ, ὑπὲρ ἧς Ἰησοῦς Χριστὸς ἐσταυρώθη; ὁ τοιοῦτος ῥυπαρὸς γενόμενος, εἰς τὸ πῦρ τὸ ἄσβεστον χωρήσει, ὁμοίως καὶ ὁ ἀκούων αὐτου.
Διὰ τοῦτο μύρον ἔλαβεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ὁ κύριος, ἵνα πνέῃ τῇ ἐκκλησίᾳ ἀφθαρσίαν. μὴ ἀλείφεσθε δυσωδίαν τῆς διδασκαλίας τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, μὴ αἰχμαλωτίσῃ ὑμᾶς ἐκ τοῦ προκειμένου ζῆν. διὰ τί δὲ οὐ πάντες φρόνιμοι γινόμεθα λαβόντες θεοῦ γνῶσιν, ὁ ἐστιν Ἰησοῦς Χριστός; τί μωρῶς ἀπολλύμεθα, αγνοοῦντες τὸ χάρισμα, ὃ πεππομφεν ἀληθῶς ὁ κύριος;
Περίψημα τὸ ἐμὸν πνεῦμα τοῦ σταυροῦ, ὃ ἐστιν σκάνδαλον τοῖς ἀπιστοῦσιν, ἡμῖν δὲ σωτηρία καὶ ζωὴ αἰώνιος. ποῦ σωφός; ποῦ συζητητής; ποῦ καύχησις τῶν λεγομένων συνετῶν; ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ’ οἰκονομίαν θεοῦ ἐκ σπέρματος μὲν Δαυείδ, πνεύματος δὲ ἁγίου· ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τῷ πάθει τὸ ὕδωρ καθαρίσῃ.
Καὶ ἔλαθεν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ κυρίου· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ θεοῦ ἐπράχθη. πῶς οὖν ἐφανερώθη τοῖς αἰῶσιν; ἀστὴρ ἐν οὐρανῷ ἔλαμψεν ὑπὲρ πάντας τοὺς ἀστέρας, καὶ τὸ φῶς αὐτοῦ ἀνεκλάλητον ἦν καὶ ξενισμὸν παρεῖχεν ἡ καινότης αὐτοῦ, τὰ δὲ λοιπὰ πάντα ἄστρα ἅμα ἡλίῳ καὶ σελήνῃ χορὸς ἐγένετο τῷ ἀστέρι, αὐτὸς δὲ ἦν ὑπερβάλλων τὸ φῶς αὐτοῦ ὑπὲρ´πάντα· ταραχή τε ἦν, πόθεν ἡ καινότης ἡ ἀνόμοιος αὐτοῖς. ὅθεν ἐλύετο πᾶσα μαγεία καὶ´πᾶς δεσμὸς ἠφανίζετο κακίας· ἄγνοια καθῃρεῖτο, παλαιὰ βασι-λεία διεφθείρετο θεοῦ ἀνθρωπίνως φανερουμένου εἰς καινότητα ἀϊδίου ζωῆς· ἀρχὴν δὲ ἐλάμβανεν τὸ παρὰ θεῷ ἀπηρτισμένον. ἔνθεν τὰ πάντα συνεκινεῖτο διὰ τὸ μελετᾶσθαι θανάτου κατάλυσιν.
Ἐάν με καταξιώσῃ Ἰησοῦς Χριστὸς ἐν τῇ προσευχῇ ὑμῶν καὶ θέλημα ᾖ, ἐν τῷ δευτέρῳ βιβλιδίῳ, ὃ μέλλω γράφειν ὑμῖν, προσδηλώσω ὑμῖν, ἧς ἠρξάμην οἰκονομίας εἰς τὸν καινὸν ἄνθρωπον Ἰησοῦν Χριστόν, ἐν τῇ αὐτου πίστει καὶ ἐν τῇ αὐτοῦ ἀγαπῃ, ἐν πάθει αὐτοῦ καὶ ἀναστάσει· μάλιστα ἐὰν ὁ κύριος μοι ἀποκαλύψῃ, ὅτι οἱ κατ’ ἄνδρα κοινῇ πάντες ἐν χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει καὶ ἐν Ἰησοῦ Χριστῷ, τῷ κατὰ σάρκα ἐκ γένους Δαυείδ, τῷ ἀνθρώπου καὶ υἱῷ θεοῦ, εἰς τὸ ὑπακούειν ὑμᾶς τῷ ἐπισκόπῳ καὶ τῷ πρεσβυτερίῳ ἀπερισπάστῳ κιανοίᾳ, ἕνα ἄρτον κλῶντες, ὅς ἐστιν φάρμακον ἀθανασιας, ἀντίδοτος τοῦ μὴ ἀποθανεῖν, ἀλλὰ ζῆν ἐν Ἰησοῦ Χριστῷ διὰ παντός.
Ἀντίψυχον ὑμῶν ἐγὼ καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς· μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς Χριστός. προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς ῾Ρώμην ἀπάγομαι, ἔσχατος ὣν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς τιμὴν θεοῦ εὑρεθῆναι. ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ ἐν Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν.
Ignatius, who is also called Theophorus, to the Church which is at Ephesus, in Asia, deservedly most happy, being blessed in the greatness and fulness of God the Father, and predestinated before the beginning of time, that it should be always for an enduring and unchangeable glory, being united and elected through the true passion by the will of the Father, and Jesus Christ, our God: Abundant happiness through Jesus Christ, and His undefiled grace.
I have become acquainted with your name, much-beloved in God, which ye have acquired by the habit of righteousness, according to the faith and love in Jesus Christ our Saviour. Being the followers of God, and stirring up yourselves by the blood of God, ye have perfectly accomplished the work which was beseeming to you. For, on hearing that I came bound from Syria for the common name and hope, trusting through your prayers to be permitted to fight with beasts at Rome, that so by martyrdom I may indeed become the disciple of Him “who gave Himself for us, an offering and sacrifice to God,” [ye hastened to see me]. I received, therefore, your whole multitude in the name of God, through Onesimus, a man of inexpressible love, and your bishop in the flesh, whom I pray you by Jesus Christ to love, and that you would all seek to be like him. And blessed be He who has granted unto you, being worthy, to obtain such an excellent bishop.
As to my fellow-servant Burrhus, your deacon in regard to God and blessed in all things, I beg that he may continue longer, both for your honour and that of your bishop. And Crocus also, worthy both of God and you, whom I have received as the manifestation of your love, hath in all things refreshed me, as the Father of our Lord Jesus Christ shall also refreshhim; together with Onesimus, and Burrhus, and Euplus, and Fronto, by means of whom, I have, as to love, beheld all of you. May I always have joy of you, if indeed I be worthy of it. It is therefore befitting that you should in every way glorify Jesus Christ, who hath glorified you, that by a unanimous obedience “ye may be perfectly joined together in the same mind, and in the same judgment, and may all speak the same thing concerning the same thing,” and that, being subject to the bishop and the presbytery, ye may in all respects be sanctified.
I do not issue orders to you, as if I were some great person. For though I am bound for the name [of Christ], I am not yet perfect in Jesus Christ. For now I begin to be a disciple, and I speak to you as fellow-disciples with me. For it was needful for me to have been stirred up by you in faith, exhortation, patience, and long-suffering. But inasmuch as love suffers me not to be silent in regard to you, I have therefore taken upon me first to exhort you that ye would all run together in accordance with the will of God. For even Jesus Christ, our inseparable life, is the [manifested] will of the Father; as also bishops, settled everywhere to the utmost bounds [of the earth], are so by the will of Jesus Christ.
Wherefore it is fitting that ye should run together in accordance with the will of your bishop, which thing also ye do. For your justly renowned presbytery, worthy of God, is fitted as exactly to the bishop as the strings are to the harp. Therefore in your concord and harmonious love, Jesus Christ is sung. And do ye, man by man, become a choir, that being harmonious in love, and taking up the song of God in unison, ye may with one voice sing to the Father through Jesus Christ, so that He may both hear you, and perceive by your works that ye are indeed the members of His Son. It is profitable, therefore, that you should live in an unblameable unity, that thus ye may always enjoy communion with God.
For if I in this brief space of time, have enjoyed such fellowship with your bishop — I mean not of a mere human, but of a spiritual nature — how much more do I reckon you happy who are so joined to him as the Church is to Jesus Christ, and as Jesus Christ is to the Father, that so all things may agree in unity! Let no man deceive himself: if any one be not within the altar, he is deprived of the bread of God. For if the prayer of one or two possesses such power, how much more that of the bishop and the whole Church! He, therefore, that does not assemble with the Church, has even by this manifested his pride, and condemned himself. For it is written, “God resisteth the proud.” Let us be careful, then, not to set ourselves in opposition to the bishop, in order that we may be subject to God.
Now the more any one sees the bishop keeping silence, the more ought he to revere him. For we ought to receive every one whom the Master of the house sends to be over His household, as we would do Him that sent him. It is manifest, therefore, that we should look upon the bishop even as we would upon the Lord Himself. And indeed Onesimus himself greatly commends your good order in God, that ye all live according to the truth, and that no sect has any dwelling-place among you. Nor, indeed, do ye hearken to any one rather than to Jesus Christ speaking in truth.
For some are in the habit of carrying about the name [of Jesus Christ] in wicked guile, while yet they practise things unworthy of God, whom ye must flee as ye would wild beasts. For they are ravening dogs, who bite secretly, against whom ye must be on your guard, inasmuch as they are men who can scarcely be cured. There is one Physician who is possessed both of flesh and spirit; both made and not made; God existing in flesh; true life in death; both of Mary and of God; first possible and then impossible,— even Jesus Christ our Lord.
Let not then any one deceive you, as indeed ye are not deceived, inasmuch as ye are wholly devoted to God. For since there is no strife raging among you which might distress you, ye are certainly living in accordance with God’s will. I am far inferior to you, and require to be sanctified by your Church of Ephesus, so renowned throughout the world. They that are carnal cannot do those things which are spiritual, nor they that are spiritual the things which are carnal; even as faith cannot do the works of unbelief, nor unbelief the works of faith. But even those things which ye do according to the flesh are spiritual; for ye do all things in Jesus Christ.
Nevertheless, I have heard of some who have passed on from this to you, having false doctrine, whom ye did not suffer to sow among you, but stopped your ears, that ye might not receive those things which were sown by them, as being stones of the temple of the Father, prepared for the building of God the Father, and drawn up on high by the instrument of Jesus Christ, which is the cross, making use of the Holy Spirit as a rope, while your faith was the means by which you ascended, and your love the way which led up to God. Ye, therefore, as well as all your fellow-travellers, are God-bearers, temple-bearers, Christ-bearers, bearers of holiness, adorned in all respects with the commandments of Jesus Christ, in whom also I exult that I have been thought worthy, by means of this Epistle, to converse and rejoice with you, because with respect to your Christian life ye love nothing but God only.
And pray ye without ceasing in behalf of other men. For there is in them hope of repentance that they may attain to God. See, then, that they be instructed by your works, if in no other way. Be ye meek in response to their wrath, humble in opposition to their boasting: to their blasphemies return your prayers; in contrast to their error, be ye stedfast in the faith; and for their cruelty, manifest your gentleness. While we take care not to imitate their conduct, let us be found their brethren in all true kindness; and let us seek to be followers of the Lord (who ever more unjustly treated, more destitute, more condemned?), that so no plant of the devil may be found in you, but ye may remain in all holiness and sobriety in Jesus Christ, both with respect to the flesh and spirit.
The last times are come upon us. Let us therefore be of a reverent spirit, and fear the long-suffering of God, that it tend not to our condemnation. For let us either stand in awe of the wrath to come, or show regard for the grace which is at present displayed — one of two things. Only [in one way or another] let us be found in Christ Jesus unto the true life. Apart from Him, let nothing attract you, for whom I bear about these bonds, these spiritual jewels, by which may I arise through your prayers, of which I entreat I may always be a partaker, that I may be found in the lot of the Christians of Ephesus, who have always been of the same mind with the apostles through the power of Jesus Christ.
I know both who I am, and to whom I write. I am a condemned man, ye have been the objects of mercy; I am subject to danger, ye are established in safety. Ye are the persons through whom those pass that are cut off for the sake of God. Ye are initiated into the mysteries of the Gospel with Paul, the holy, the martyred, the deservedly most happy, at whose feet may I be found, when I shall attain to God; who in all his Epistle makes mention of you in Christ Jesus.
Take heed, then, often to come together to give thanks to God, and show forth His praise. For when ye assemble frequently in the same place, the powers of Satan are destroyed, and the destruction at which he aims is prevented by the unity of your faith. Nothing is more precious than peace, by which all war, both in heaven and earth, is brought to an end.
None of these things is hid from you, if ye perfectly possess that faith and love towards Christ Jesus which are the beginning and the end of life. For the beginning is faith, and the end is love. Now these two. being inseparably connected together, are of God, while all other things which are requisite for a holy life follow after them. No man [truly] making a profession of faith sinneth; nor does he that possesses love hate any one. The tree is made manifest by its fruit; so those that profess themselves to be Christians shall be recognised by their conduct. For there is not now a demand for mere profession, but that a man be found continuing in the power of faith to the end.
It is better for a man to be silent and be [a Christian], than to talk and not to be one. It is good to teach, if he who speaks also acts. There is then one Teacher, who spake and it was done; while even those things which He did in silence are worthy of the Father. He who possesses the word of Jesus, is truly able to hear even His very silence, that he may be perfect, and may both act as he speaks, and be recognised by his silence. There is nothing which is hid from God, but our very secrets are near to Him. Let us therefore do all things as those who have Him dwelling in us, that we may be His temples, and He may be in us as our God, which indeed He is, and will manifest Himself before our faces. Wherefore we justly love Him.
Do not err, my brethren. Those that corrupt families shall not inherit the kingdom of God. If, then, those who do this as respects the flesh have suffered death, how much more shall this be the case with any one who corrupts by wicked doctrine the faith of God, for which Jesus Christ was crucified! Such an one becoming defiled [in this way], shall go away into everlasting fire, and so shall every one that hearkens unto him.
For this end did the Lord suffer the ointment to be poured upon His head, that He might breathe immortality into His Church. Be not ye anointed with the bad odour of the doctrine of the prince of this world; let him not lead you away captive from the life which is set before you. And why are we not all prudent, since we have received the knowledge of God, which is Jesus Christ? Why do we foolishly perish, not recognising the gift which the Lord has of a truth sent to us?
Let my spirit be counted as nothing for the sake of the cross, which is a stumbling-block to those that do not believe, but to us salvation and life eternal. “Where is the wise man? where the disputer?” Where is the boasting of those who are styled prudent? For our God, Jesus Christ, was, according to the appointment of God, conceived in the womb by Mary, of the seed of David, but by the Holy Ghost. He was born and baptized, that by His passion He might purify the water.
Now the virginity of Mary was hidden from the prince of this world, as was also her offspring, and the death of the Lord; three mysteries of renown, which were wrought in silence by God. How, then, was He manifested to the world? A star shone forth in heaven above all the other stars, the light of Which was inexpressible, while its novelty struck men with astonishment. And all the rest of the stars, with the sun and moon, formed a chorus to this star, and its light was exceedingly great above them all. And there was agitation felt as to whence this new spectacle came, so unlike to everything else [in the heavens]. Hence every kind of magic was destroyed, and every bond of wickedness disappeared; ignorance was removed, and the old kingdom abolished, God Himself being manifested in human form for the renewal of eternal life. And now that took a beginning which had been prepared by God. Henceforth all things were in a state of tumult, because He meditated the abolition of death.
If Jesus Christ shall graciously permit me through your prayers, and if it be His will, I shall, in a second little work which I will write to you, make further manifest to you [the nature of] the dispensation of which I have begun [to treat], with respect to the new man, Jesus Christ, in His faith and in His love, in His suffering and in His resurrection. Especially [will I do this] if the Lord make known to me that ye come together man by man in common through grace, individually, in one faith, and in Jesus Christ, who was of the seed of David according to the flesh, being both the Son of man and the Son of God, so that ye obey the bishop and the presbytery with an undivided mind, breaking one and the same bread, which is the medicine of immortality, and the antidote to prevent us from dying, but [which causes] that we should live for ever in Jesus Christ.
My soul be for yours and theirs whom, for the honour of God, ye have sent to Smyrna; whence also I write to you, giving thanks unto the Lord, and loving Polycarp even as I do you. Remember me, as Jesus Christ also remembered you. Pray ye for the Church which is in Syria, whence I am led bound to Rome, being the last of the faithful who are there, even as I have been thought worthy to be chosen to show forth the honour of God. Farewell in God the Father, and in Jesus Christ, our common hope.