Mali fructi methodi quae dicitur directa :)

pubblicato 23 mag 2013, 07:49 da Alessandro Conti
Hic monstrare cupio quae scripserunt discipuli scholae ubi doceo; iam duos annos lyceum qui dicitur "classicum" frequentant, et ipse docui eos linguam Graecam.
Eis mandavi ut scriberent compendia fabularum quae in Odysseia inveniuntur. Primam ostendere velim fabulam Hilariae, discipulam omnibus virtutibus praeditam; non tantum optime callet utrumque sermonem, sed ipsa docet binas horas singulis hebdomadibus comitem suum quem vocamus "barbarum" cum paene nullam notitiam habeat linguae Graecae.

Ὁ Ὀδυσσεύς μετὰ τὴν κατάδυσιν, ἀφίκετο εἰς τὴν πόλιν τῶν Φαιακῶν. Αὕτη ἡ πόλις μάλα πλουσία ἦν καὶ ἐβασιλεύθη ὑπὸ τοῦ βασιλέως ὅς ὠνομάζετο Ἀλκίνους. Ὁ Ἀλκίνους, μάλα ἀγαθὸς ὤν, εὐμενῶς ἐδέξατο τὸν Ὀδυσσέα ἐν τοῖς λαμπροῖς δώμασι ἑαυτοῦ, καὶ παρεσκεύασε δεῖπνον μέγιστον. Μετὰ τὸ δεῖπνον ὁ βασιλεὺς ἠρώτησε τὸν Ὀδυσσέα τὶς εἴη καὶ πόθεν ἧκοι. Ὁ οὖν πολύτροπος ἀνὴρ ἐξηγήσατο πάσαν τὴν ὁδὸν καὶ πάντα τὰ πάθη ἑαυτοῦ ἀλλ’ οὐκ εἶπε τὸ ἑαυτοῦ ὄνομα ὅτι οὐκ ἔδοξε αὐτῷ. Ὁ Ὀδυσσεὺς ἐποιήσατο ἀρχὴν τοῦ λόγου φράζων ὃ συνέβη ἐν ταῖς χώραις τῶν Κικόνων καὶ τῶν Λωτόφαγων. Ἐπεί ὁ ἀνὴρ ἀφίκετο μετὰ τῶν ἑταίρων εἰς τὴν πόλιν τῶν Κικόνων διήρπασαν αὐτὴν, ἀλλ’ οἱ ἐκεῖ οἰκοῦντες ἀπέκτειναν ἕξ τῶν ἑταίρων. Τῶν ἐπίλοιπων ἀφικόμενων εἰς τὴν χώραν τῶν Λωτοφάγων, κατεσκόπησε τὸν τόπον ἵνα συνείη ποῦ εἴεν. Ἐντυχόντες τοῖς οἰκήταις ἐδέξαντο ὑπὸ αὐτῶν καρπούς τινας ὀνόματι λώτους καὶ ἔφαγον αὐτούς. Ἐπεὶ ἔφαγον αὐτούς, οἱ ἑταῖροι ἐπελάθοντο πάντων καὶ οὐκ ἐβούλοντο οἴκαδε ἐπανιέναι. Ὁ οὐν Ὀδυσσεὺς προσήψε αὐτοὺς τῇ νηΐ καὶ οὕτως δυνατὸς ἐγένετο ἀποπλεῖν. Ἐξηγησάμενος τῷ Ἀλκίνῳ πολλοὺς ἄλλους μύθους, ἐτελεύτησε τὸν λόγον. Τῇ ὑστεραίᾳ ὁ Ἀλκίνους ἐκάλησε πάντας τοὺς βασιλέας καὶ ἤγαγε μεγάλην ἑορτὴν ἵνα εὐ ξενίζοι τὸν Ὀδυσσέα. Ἐκεῖ ὁ Ὀδυσσεύς ἀπεκάλυψε τὸ ὄνομα ἑαυτοῦ καὶ αὔθις διηγήσατο τοῖς παροῦσι τὴν ὁδὸν ἣν ἐποίησε. Μετὰ τοῦτο ὁ βασιλεὺς τῶν Φαιάκων ἐκέλευσε τοὺς δούλους παρασκευάσαι ναῦν τίνα καὶ θεῖναι ἐν αὐτῇ πολλὰ δώρα ἵνα ὁ Ὀδυσσεὺς δυνατὸς εἴη ἐπανέλθειν εἰς τὴν πατρίδα ἑαυτοῦ πλούσιος ὤν. Ὁ οὐν πολύτροπος ἀνὴρ μεγάλην χάριν ἔδωκε τῷ βασιλεῖ καὶ ἀπέπλευσε.
Comments